Περὶ τῆς συγγραφῆς τῆς ἱστορίας
Ὁ συγγραφεὺς ψεῦδος μὲν οὐκ εἴρηκέ πω·
ψεύσαιτο μέντ᾿ ἂν ἔν γε τοῖς λοιποῖς λόγοις
οὕτω φιλούντων τῶν κελευόντων τάδε.
ὧν τοῖς ἐπαίνοις ἐντρυφῶν τὸ βιβλίον
ὅμως ἔδοξε ἐνδεέστερον λέγειν·
ἐξουσία κρότων γὰρ οὐκ οἶδε κόρον
οὐκοῦν ἀφήσθω ταῦτα τοῖς ἐγκωμίοις.
ἡ συγγραφὴ δὲ μὴ προχωρείτω πλέον.
οὐκ εὐφυῶς γὰρ πρὸς τὰ τοῦ ψεύδους ἔχει,
νόμος τε ταύτην ἐκ τροπῆς ἀποτρέπει.
(πρβλ, Θ.Η.Ε. τ.7, σ.4-5)
Ἰωάννου Ἐπισκόπου Εὐχαΐτων τοῦ Μαυρόποδος
«Ὅταν γάρ τις τὸ τῆς ἱστορίας ἦθος ἀναλαμβάνῃ ἐπιλαθέσθαι χρὴ εὐνοίας
καὶ μίσους καὶ πολλάκις κοσμεῖν τοὺς ἐχθροὺς τοῖς μεγάλοις ἐπαίνοις,
ὅταν αἱ πράξεις ἀπαιτῶσι τοῦτο, πολλάκις δὲ ἐλέγχειν τοὺς ἀναγκαιοτάτους,
ὅταν αἱ τῶν ἐπιτηδευμάτων ἁμαρτίαι τοῦθ᾿ ὑποδεικνύωσι».
Ἄννα Κομνηνή
«Ψυχὴ τῆς Ἱστορίας εἶναι ἡ ἀλήθεια».
Γεώργιος Παχυμέρης
«Οὐδεμία δὲ αὐτάρκης ἀνθρώποις φύσις οὔτ᾿ ἐν λόγοις, οὔτ᾿ ἐν ἔργοις
ἀναμάρτητος εἶναι· κρατεῖσθαι δὲ ἡ πλεῖστα μὲν ἐπιτυγχάνουσα, ἐλάχιστα
δὲ ἀστοχοῦσα»
(Διον. Ἁλικ. Περὶ χαρακτῆρος Θουκ. κεφ. γ´)
«Ἄφωνον ἔργον κρεῖσσον ἀπράκτου λόγου·
Βίου μὲν οὐδεὶς πώποθ᾿ ὑψώθη δίχα.
Λόγου δὲ πολλοὶ τοῦ καλῶς ψοφουμένου·
Οὐ γὰρ λαλούντων, εὖ βιούντων δ᾿ ἡ χάρις».
(Γρ. Θεολ., τ, ΛΖ´, 929, ΛΗ´, 793)
|
Ὁ Συγγραφεὺς πρὸς τὸ Σύγγραμμα
Βίβλος, τέκνον ἐμόν, σεῖο᾿ γώ περὶ πόλλ᾿ ἐμόγησα,
Καὶ γὰρ ἔτεσσί γε μὴ δυσσὶ Θεοῦ μεγάλου
Ἥμενος ἥματα πανθ᾿ ὥρας κλέπτων τέ τοι ὕπνου
Σὲ γράφον, ὕστερον αὖ χρήμασ᾿ ἐμοῖς τυπόων,
Πολλὰ γέ τοι δαπάνησα, ἁμαρτιάων δὲ καθαίρων,
Τάς γε τυπογραφικοὶ ἄνδρες ἔερδον, ὅ γε
Δεινὸς ἔην γε πόνος, μέγα μόχθησ᾿ ἦρά γέ τίς σε
Τοῦ γέ περ οὕνεκα ᾽γω τεῦξά σε, ἠδὲ κάμον.
Γηθήσει σε ἰδών, ἢ οὐδὲ λαβεῖν ἐθελήσει.
Οὐδὲ μεταλλήσει, τὶς ρά σε τεῦξεν ἀνήρ.
«Ἄνδρες δὲ ἀριπρεπεῖς ἐπὶ σοφίᾳ καὶ πολυμαθείᾳ ἐνησχολήθησαν καὶ
οὐ παύονται ἐνασχολούμενοι εἰς τὴν μελέτην, ἑρμηνείας, καὶ ἔκδοσιν τῶν
συγραμμάτων τῶν θείων πατέρων».
Δωρ. Σχολάριος «ΚΛΕΙΣ» Προλεγόμενα, β´- κβ´.
Δι᾿ ὅποιον ἀποβλέπει εἰς τὴν σοφίαν ὁ χρόνος εἶναι μέγας παιδαγωγός.
Ἡ ἱστορία εὐρύνει πολὺ τὴν διάνοιαν καΙ ὑψώνει τοὺς ὀφθαλμοὺς τοῦ λογικοῦ
εἰς τὴν κατανόησιν καὶ ἀντίληψιν τῶν ὄντων, εἰς τὴν γνῶσιν τῶν γεγονότων
τῆς ζωῆς».
(Θ. Μετοχίτη, μν, ἔργ., σ, 254), πρβλ, Θ.Η.Ε, τ. Β,
σ. 1099.
«Καὶ γὰρ ἀρετῆς οὐδὲν τιμαλφέστερον· οὐ πλοῦτος, οὐ ῥώμη, οὐκ εὐγλωττία,
οὐ λαμπρὸν ἢ ὑπέρλαμπρον ἀξίωμα, οὐχ ὁ τῶν ὑπάρχων θρόνος, οὐχ᾿ ἁλουργὶς
καὶ διάδημα σεμνύειν τοὺς ἔχοντας πέφυκεν, ὡς ἀρετὴ καὶ φιλοσοφία».
Ἰσιδ. ΟΗ´, 926.
«Ἐὰν ὦμεν φιλομαθεῖς, ἐσόμεθα καὶ πολυμαθεῖς. Ἁλωτὰ γὰρ ἐπιμελείᾳ
καὶ πόνῳ γίνεσθαι πέφυκεν ἅπαντα».
Δωρ. Σχολάριος, ἔ.ἀ., σ. κζ´.
Λαμπρὸς Μιχαήλ, Παλαιολόγος τρίτος.
Ὄντως βασιλεὺς καὶ λόγοις καὶ πρακτέοις,
Ἀνδρόνικος παῖς συνδρομὴ τῶν Χαρίτων,
Τῆς εὐσεβείας Ἀνδρόνικος ὁ στῦλος.
Ἀσύγκριτος νοῦς, ἐξῃρημένη φύσις».
Νικηφόρου Καλλίστου Ξανθοπούλου,
(Ε.Π.Μ., τ.145, σ.550)
«Καὶ σὲ οἴομαι διὰ ταῦτα καὶ ἐς μήκιστόν σοι βιώσιμον προσγενέσθαι.
Νικηφόρος Κάλλιστος Ξανθόπουλος,
πρὸς Ἀνδρόνικον Β´ (ἔ.ἀ., σ.550, ὑποσ.(α))
Εἴπερ τινὰς βούλοιο τῶν ἀλλοτρίων.
τῆς σῆς ἀπειλῆς ἐξελέσθαι, Χριστέ μου,
Πλάτωνα καὶ Πλούταρχον ἐξέλοιό μοι·
ἄμφω γὰρ εἰσὶ καὶ λόγον καὶ τὸν τρόπον
τοῖς σοῖς νόμοις ἔγγιστα προσπεφυκότες,
εἰ δ᾿ ἠγνόησαν ὡς θεὸς σὺ τῶν ὅλων,
ἐνταῦθα τῆς σῆς χρηστότητος δεῖ μόνον,
δι᾿ ἣν ἅπαντας δωρεὰν σῴζειν θέλεις.
(Ἰωάννου Εὐχαΐτων, Μαυρόποδος)
Ἰουστῖνος ὁ φιλόσοφος καὶ μάρτυς εἰς τὸν περὶ Σπερματικοῦ Λόγου λόγον
του, ἀναφέρει σχετικῶς:
Α´ Ἀπολ. 46, 3, Καὶ οἱ μετὰ λόγου
βιώσαντες χριστιανοὶ εἰσί, κἂν ἄθεοι
ἐνομίσθησαν, οἶον παρ᾿ Ἕλλησι μὲν Σωκράτης
καὶ Ἡράκλειτος.
Β´ Ἀπολ. 8, 1. Οἱ ποιηταί... μεμισῆ-
σθαι καὶ πεφονεῦσθαι οἴδαμεν· Ἡ-
ράκλειτον μέν, ὡς προέφημεν, καὶ
Μουσώνιον δὲ ἐν τοῖς καθ᾿ ἡμᾶς.
(πρβλ. Θ,Η,Ε., τ.6, σ.977, 8)
«Πολλοὶ γὰρ τῶν ἀνθρώπων, τὰ μὲν κακὰ καὶ μὴ μαθόντες δρῶσι, τὰ δὲ
ἀγαθὰ οὐδὲ διδασκόμενοι συνίεσαν».
(Ἰσίδ. τόμ.ΟΗ´ 977)
Ἔῤῥει τὰ σεμνὰ τῷ χρόνῳ τῷ παμφάγῳ,
Διήφθορε τὰ χρηστὰ καὶ τὰ τίμια,
Ὄλωλεν ἡ παίδευσις (τοῦ Εὐαγγελίου), ἔσβη καὶ λόγος,
Φροῦδος δὲ καὶ νοῦς, οἴχεται θεωρία,
Λέλειπεν εὐσέβεια καὶ τελεστική·
Θέμις δ᾿ ἀπέστη, καὶ δίκη καὶ πᾶν καλόν,
Παῤῥησιάζεται δὲ νῦν πανουργία,
Καὶ ψεῦδος ἄρχει, καὶ τυραννὶς καὶ βία·
Ἕρπει δὲ πρὸς πᾶν θεῖον ἔργον ὁ φθόνος,
Τῆς δυσεβείας ᾐνέῳκται τὸ στόμα,
Ῥοιβδεῖ δὲ χανδὸν ἡ Χάρυβδις τῆς πλάνης.
Ἐμεῖ δὲ πᾶς τις δόγματα βλασφημίας.
Αὐτοκρ. Λέοντος ΣΤ´ τοῦ Σοφοῦ
Ἰαμβικοὶ στίχοι, τόμ.ΡΖ´, 664.
|