''Εἰ ὁ Θεὸς μεθ' ἡμῶν, οὐδεὶς καθ' ἡμῶν.''

Κυριακή 26 Ιουνίου 2016

Ῥητὰ Ἱστορικὰ τῆς Ῥωμανίας (διάφορα ἠρανισμένα)


(Ἀπὸ τὸ βιβλίο τοῦ Ἐπισκόπου Ἐλαίας Θεοδωρήτου Τσιριγώτη,
Ὁ Αὐτοκράτωρ Ἀνδρόνικος Β´ Παλαιολόγος καὶ ἡ Μονεμβασία, Βασιλικὴ καὶ Ἱερὰ Καστροπολιτεία,
Ἐκδόσεις Ἔλυτρον, Ἀθῆναι, 2005, σσ.18-19, 28-29, 268, 571-573).

Περὶ τῆς συγγραφῆς τῆς ἱστορίας

Ὁ συγγραφεὺς ψεῦδος μὲν οὐκ εἴρηκέ πω·
ψεύσαιτο μέντ᾿ ἂν ἔν γε τοῖς λοιποῖς λόγοις
οὕτω φιλούντων τῶν κελευόντων τάδε.
ὧν τοῖς ἐπαίνοις ἐντρυφῶν τὸ βιβλίον
ὅμως ἔδοξε ἐνδεέστερον λέγειν·
ἐξουσία κρότων γὰρ οὐκ οἶδε κόρον
οὐκοῦν ἀφήσθω ταῦτα τοῖς ἐγκωμίοις.
ἡ συγγραφὴ δὲ μὴ προχωρείτω πλέον.
οὐκ εὐφυῶς γὰρ πρὸς τὰ τοῦ ψεύδους ἔχει,
νόμος τε ταύτην ἐκ τροπῆς ἀποτρέπει.
(πρβλ, Θ.Η.Ε. τ.7, σ.4-5)
Ἰωάννου Ἐπισκόπου Εὐχαΐτων τοῦ Μαυρόποδος

«Ὅταν γάρ τις τὸ τῆς ἱστορίας ἦθος ἀναλαμβάνῃ ἐπιλαθέσθαι χρὴ εὐνοίας καὶ μίσους καὶ πολλάκις κοσμεῖν τοὺς ἐχθροὺς τοῖς μεγάλοις ἐπαίνοις, ὅταν αἱ πράξεις ἀπαιτῶσι τοῦτο, πολλάκις δὲ ἐλέγχειν τοὺς ἀναγκαιοτάτους, ὅταν αἱ τῶν ἐπιτηδευμάτων ἁμαρτίαι τοῦθ᾿ ὑποδεικνύωσι».
Ἄννα Κομνηνή

«Ψυχὴ τῆς Ἱστορίας εἶναι ἡ ἀλήθεια».
Γεώργιος Παχυμέρης

«Οὐδεμία δὲ αὐτάρκης ἀνθρώποις φύσις οὔτ᾿ ἐν λόγοις, οὔτ᾿ ἐν ἔργοις ἀναμάρτητος εἶναι· κρατεῖσθαι δὲ ἡ πλεῖστα μὲν ἐπιτυγχάνουσα, ἐλάχιστα δὲ ἀστοχοῦσα»
(Διον. Ἁλικ. Περὶ χαρακτῆρος Θουκ. κεφ. γ´)

«Ἄφωνον ἔργον κρεῖσσον ἀπράκτου λόγου·
Βίου μὲν οὐδεὶς πώποθ᾿ ὑψώθη δίχα.
Λόγου δὲ πολλοὶ τοῦ καλῶς ψοφουμένου·
Οὐ γὰρ λαλούντων, εὖ βιούντων δ᾿ ἡ χάρις».
(Γρ. Θεολ., τ, ΛΖ´, 929, ΛΗ´, 793)

Ὁ Συγγραφεὺς πρὸς τὸ Σύγγραμμα

Βίβλος, τέκνον ἐμόν, σεῖο᾿ γώ περὶ πόλλ᾿ ἐμόγησα,
Καὶ γὰρ ἔτεσσί γε μὴ δυσσὶ Θεοῦ μεγάλου
Ἥμενος ἥματα πανθ᾿ ὥρας κλέπτων τέ τοι ὕπνου
Σὲ γράφον, ὕστερον αὖ χρήμασ᾿ ἐμοῖς τυπόων,
Πολλὰ γέ τοι δαπάνησα, ἁμαρτιάων δὲ καθαίρων,
Τάς γε τυπογραφικοὶ ἄνδρες ἔερδον, ὅ γε
Δεινὸς ἔην γε πόνος, μέγα μόχθησ᾿ ἦρά γέ τίς σε
Τοῦ γέ περ οὕνεκα ᾽γω τεῦξά σε, ἠδὲ κάμον.
Γηθήσει σε ἰδών, ἢ οὐδὲ λαβεῖν ἐθελήσει.
Οὐδὲ μεταλλήσει, τὶς ρά σε τεῦξεν ἀνήρ.

«Ἄνδρες δὲ ἀριπρεπεῖς ἐπὶ σοφίᾳ καὶ πολυμαθείᾳ ἐνησχολήθησαν καὶ οὐ παύονται ἐνασχολούμενοι εἰς τὴν μελέτην, ἑρμηνείας, καὶ ἔκδοσιν τῶν συγραμμάτων τῶν θείων πατέρων».
Δωρ. Σχολάριος «ΚΛΕΙΣ» Προλεγόμενα, β´- κβ´.

Δι᾿ ὅποιον ἀποβλέπει εἰς τὴν σοφίαν ὁ χρόνος εἶναι μέγας παιδαγωγός. Ἡ ἱστορία εὐρύνει πολὺ τὴν διάνοιαν καΙ ὑψώνει τοὺς ὀφθαλμοὺς τοῦ λογικοῦ εἰς τὴν κατανόησιν καὶ ἀντίληψιν τῶν ὄντων, εἰς τὴν γνῶσιν τῶν γεγονότων τῆς ζωῆς».
(Θ. Μετοχίτη, μν, ἔργ., σ, 254), πρβλ, Θ.Η.Ε, τ. Β, σ. 1099.

«Καὶ γὰρ ἀρετῆς οὐδὲν τιμαλφέστερον· οὐ πλοῦτος, οὐ ῥώμη, οὐκ εὐγλωττία, οὐ λαμπρὸν ἢ ὑπέρλαμπρον ἀξίωμα, οὐχ ὁ τῶν ὑπάρχων θρόνος, οὐχ᾿ ἁλουργὶς καὶ διάδημα σεμνύειν τοὺς ἔχοντας πέφυκεν, ὡς ἀρετὴ καὶ φιλοσοφία».
Ἰσιδ. ΟΗ´, 926.

«Ἐὰν ὦμεν φιλομαθεῖς, ἐσόμεθα καὶ πολυμαθεῖς. Ἁλωτὰ γὰρ ἐπιμελείᾳ καὶ πόνῳ γίνεσθαι πέφυκεν ἅπαντα».
Δωρ. Σχολάριος, ἔ.ἀ., σ. κζ´.

Λαμπρὸς Μιχαήλ, Παλαιολόγος τρίτος.
Ὄντως βασιλεὺς καὶ λόγοις καὶ πρακτέοις,
Ἀνδρόνικος παῖς συνδρομὴ τῶν Χαρίτων,
Τῆς εὐσεβείας Ἀνδρόνικος ὁ στῦλος.
Ἀσύγκριτος νοῦς, ἐξῃρημένη φύσις».
Νικηφόρου Καλλίστου Ξανθοπούλου,
(Ε.Π.Μ., τ.145, σ.550)

«Καὶ σὲ οἴομαι διὰ ταῦτα καὶ ἐς μήκιστόν σοι βιώσιμον προσγενέσθαι.
Νικηφόρος Κάλλιστος Ξανθόπουλος,
πρὸς Ἀνδρόνικον Β´ (ἔ.ἀ., σ.550, ὑποσ.(α))

Εἴπερ τινὰς βούλοιο τῶν ἀλλοτρίων.
τῆς σῆς ἀπειλῆς ἐξελέσθαι, Χριστέ μου,
Πλάτωνα καὶ Πλούταρχον ἐξέλοιό μοι·
ἄμφω γὰρ εἰσὶ καὶ λόγον καὶ τὸν τρόπον
τοῖς σοῖς νόμοις ἔγγιστα προσπεφυκότες,
εἰ δ᾿ ἠγνόησαν ὡς θεὸς σὺ τῶν ὅλων,
ἐνταῦθα τῆς σῆς χρηστότητος δεῖ μόνον,
δι᾿ ἣν ἅπαντας δωρεὰν σῴζειν θέλεις.
(Ἰωάννου Εὐχαΐτων, Μαυρόποδος)

Ἰουστῖνος ὁ φιλόσοφος καὶ μάρτυς εἰς τὸν περὶ Σπερματικοῦ Λόγου λόγον του, ἀναφέρει σχετικῶς:
Α´ Ἀπολ. 46, 3, Καὶ οἱ μετὰ λόγου
βιώσαντες χριστιανοὶ εἰσί, κἂν ἄθεοι
ἐνομίσθησαν, οἶον παρ᾿ Ἕλλησι μὲν Σωκράτης
καὶ Ἡράκλειτος.
Β´ Ἀπολ. 8, 1. Οἱ ποιηταί... μεμισῆ-
σθαι καὶ πεφονεῦσθαι οἴδαμεν· Ἡ-
ράκλειτον μέν, ὡς προέφημεν, καὶ
Μουσώνιον δὲ ἐν τοῖς καθ᾿ ἡμᾶς.
(πρβλ. Θ,Η,Ε., τ.6, σ.977, 8)

«Πολλοὶ γὰρ τῶν ἀνθρώπων, τὰ μὲν κακὰ καὶ μὴ μαθόντες δρῶσι, τὰ δὲ ἀγαθὰ οὐδὲ διδασκόμενοι συνίεσαν».
(Ἰσίδ. τόμ.ΟΗ´ 977)

Ἔῤῥει τὰ σεμνὰ τῷ χρόνῳ τῷ παμφάγῳ,
Διήφθορε τὰ χρηστὰ καὶ τὰ τίμια,
Ὄλωλεν ἡ παίδευσις (τοῦ Εὐαγγελίου), ἔσβη καὶ λόγος,
Φροῦδος δὲ καὶ νοῦς, οἴχεται θεωρία,
Λέλειπεν εὐσέβεια καὶ τελεστική·
Θέμις δ᾿ ἀπέστη, καὶ δίκη καὶ πᾶν καλόν,
Παῤῥησιάζεται δὲ νῦν πανουργία,
Καὶ ψεῦδος ἄρχει, καὶ τυραννὶς καὶ βία·
Ἕρπει δὲ πρὸς πᾶν θεῖον ἔργον ὁ φθόνος,
Τῆς δυσεβείας ᾐνέῳκται τὸ στόμα,
Ῥοιβδεῖ δὲ χανδὸν ἡ Χάρυβδις τῆς πλάνης.
Ἐμεῖ δὲ πᾶς τις δόγματα βλασφημίας.
Αὐτοκρ. Λέοντος ΣΤ´ τοῦ Σοφοῦ
Ἰαμβικοὶ στίχοι, τόμ.ΡΖ´, 664.


ADDENDA

ΜΟΝῼΔΙΑ ΚΥΡΟΥ ΑΝΔΡΟΝΙΚΟΥ
ΤΟΥ ΚΑΛΛΙΣΤΟΥ
ΕΠΙ Τῌ ΔΥΣΤΥΧΕΙ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ.
(Ex cod. Reg. Paris 1774, fo 313, nunc primum edita).
[Ἀρχὴ] Αἴ, αἴ, καὶ τοῦτ᾿ ἄρ᾿ ἐχρῆν ταῖς τῶν Ἑλλήνων προστεθῆναι κοιναῖς συμφοραῖς, τά τε προλαβόντα πάθη λίαν νικῶν καὶ μηδεὶς νοῦν ἐμβαλεῖν ἔσεσθαί ποτε μεῖζον. Εἰ γοῦν τοιοῦτον ὅλως ἐὡν ὃ γὰρ μόνον εἴχομεν ἀπολειφθὲν ἀγαθόν, καὶ πρὸς ὃ προσεδόκα πᾶς ὁ τῶν Ἑλλήνων ἑσμός, τοῦτο δυστυχῶς ἀφῃρέθη νῦν ἀφ᾿ ἡμῶν. Ἄλγους γὰρ ἡμῶν ἐμβλῆσαν καὶ δεινῆς συμφορᾶς. Καί τοι κἀν εἰ παρῆσαν ἄλλα πολλά· πρὸς ἅπερ εἰκὸς ἀφορᾷν τοσοῦτόν ἐστι τὸ παρόν, ὡς ἀποκρύπτειν πάντα καὶ κατόπιν ἐᾷν. Νῦν γὰρ ἡ κοινὴ τῶν Ἑλλήνων ἑστία ἡ διατριβὴ τῶν μουσῶν, ἡ τῆς ἐπιστήμης ἁπάσης διδάσκαλος, ἡ τῶν πόλεων βασιλὶς ἑάλω, φεῦ χερσὶν ἀσεβῶν. Εἰ μὲν οὖν κατακλυσμὸν τουτὶ φαίη τις ἄν, οὐκ, οἷμαι, παραστήσει τὸ τοῦ πάθους ἅλις δεινόν. Ἐκείνῳ μὲν γὰρ συμβάντι ἀπώλετ᾿ ἂν ἅπαν, καὶ λόγος ἦν οὐδεὶς ἔτι οὐδ᾿ ἂν ἔπαθέ τι κακὸν ὁ κρατῶν ὑπὸ τοῦ χείρονος, τῷ δὲ συμβάντι νυνί, περίεστιν ὁρᾷν μυρία δεινά, καὶ λόγον νικώμενον ἀλογία καὶ ἰλίγγου πάντα καὶ ζάλης μεστά, καὶ κατακλυσμὸν ἀληθῶς ἐφιστάμενον ταῖς ψυχαῖς... [Τέλος]... Οἱ γέροντες τὴν γηροκομῶσαν, οἱ νέοι τὴν φιμοῦσαν τὰς ἀλόγους ὁρμὰς τῆς ψυχῆς, οἱ παῖδες τὴν παιδεύουσαν ἀγαθῶς, αἱ γυναῖκες τὴν σωφρονοῦσαν, οἱ ἄρχοντες τὴν τιμῶσαν, οἱ στρατιῶται τὴν στρατηγόν, οἱ γεωργοὶ τὴν δικαιοσύνην, οἱ τεχνῖται τὴν χρωμένην ὑμῶν, οἱ ἔμποροι τὸ κέρδος, οἱ πλέοντες τὸν λιμένα, οἱ ὁδοιπόροι τὴν ἀνάπαυλαν, οἱ πένητες τὴν πορίζουσαν, οἱ πτωχοὶ τῂν τρέφουσαν, οἱ αἰχμάλωτοι τὴν ῥύουσαν, οἱ ὀρφανοὶ τὴν μητέρα, αἱ χῆραι τὴν προστάτιν, οἱ ἱερεῖς τὴν ὁδηγόν, οἱ οἱ μοναχοὶ τὴν εὐκοσμίαν, οἱ ἐν λόγοις τὴν πρὸς πᾶσαν ἐπιστήμην εὐθύνουσαν, οἱ πάντες τὴν πᾶσι πλησίως διδοῦσαν τἀς ἡδονάς. Ὢ πικρᾶς ἀλγηδόνος, ὢ πικρᾶς ὁμίχλης τοῖς ὀφθαλμοῖς ἁπάντων ἐπιπεσούσης, ὢ φήμης διερχομένης πάντα τὸν κόσμον, καὶ πληρούσης ἅπαντα ζάλης καὶ ἀηδίας καὶ σκότους. Νῦν θρηνήσουσιν Ἰταλοί, νῦν οἱ Κελτοὶ κλαύσουσι, νῦν Γαλάται καὶ Βρετανοί, νῦν Γερμανοί, καὶ Ἰλλυριοὶ καὶ Θρᾷκες καὶ Παίοες, νῦν Ἴβηρες ἀνοιμώζουσι, νῦν Ἰνδοὶ σκυθρωπάσουσι, νῦν γένος ἅπαν καὶ ἡλικία πᾶσα καὶ νῆσοι καὶ ἤπειροι κατακόψονται· ὁ γὰρ ἅπας κόσμος ἀεὶ τὴν παλαιὰν τιμὴν μετ᾿ ἐπιεικείας ἀπεδίδου τῇ πόλει· οἶμαι δὲ καὶ τὸν πικρὁν δυνάστην λυπηθῆναι μικρὀν γοῦν τὴν καλλονὴν ὁρῶντα τῆς πόλεως φθειρομένην καὶ τὴν τερπνότητα. Ἡ γὰρ τῆς δυστυχίας ὑπερβολὴ πρὸς οἷκτον οἶδε πολλάκις καὶ τοὺς ἐχθίστους κινεῖν. Νῦν οὖν καιρός ἐστιν ὀπήν τινα σμικροτάτῃν εὑρεῖν καὶ κλεισθῆναι ταύτης ἐντὸς ἀσφαλῶς, καὶ θρηνεῖν καὶ κλαίειν διαπαντός· τούτου γἁρ οὔτ᾿ ἦν, οὔτ᾿ ἔσται χεῖρον κακόν.

Αἶνος Θεῷ χάρις τε καὶ δόξα πρέπει,
τῷ δόντι σθένος τῆς γραφῆς φθᾶσαι τέρμα.
Χριστὲ μάκαρ, μερόπων φάος ἄφθιτον, ἐλπὶς ἁπάντων,
ἐσθλὰ δίδου πονέσαντι, τὰ δ᾿ οὐ καλὰ νόσφιν ἐρύκοις.
τέλος.Καθάπερ χειμαζόμενοι τινὲς ἐν τῷ πελάγει
σπουδῇ καὶ πόθῳ φθάσωσιν εὐδίῳ ἐν λιμένι,
τοῦ πρὶν χειμῶνος οὐδαμῶς μέμνηνται τὸ παράπαν
ἀλλ᾿ εὐφροσύνως μέλποντες μέλος ᾄδουσι πάντες,
καὶ χαίροντες οὐ μέμνηνται τῆς λύπης τῆς προτέρας,
ἡ χαρμονὴ γὰρ εἴωθε τὰς λύπας διαλύειν,
οὕτω καὶ πᾶν ἐπίμοχθον, κἂν εἴ τι καὶ ἂν εἴη,
ἐπὰν καλῶς τελειωθῇ, εἰς εὐθυμίαν τρέπει.
Οἱ βιβλιογράφοντες λοιπὸν πάσχουσ᾿ ὁμοιοτρόπως
καὶ γράφουσι μὲ προσοχὴν καὶ μὲ περίσσον κόπον·
τοὺς κεκμηκότας ὀφθαλμούς τὰς τῶν χειρῶν κινήσεις
καὶ τὸ νηφάλαιον νοὁς καὶ ἅπαντα τὰ μέλη
πρὸς ἐργασίαν τῆς γραφῆς χρῶνται συνυπουργοῦντα.
Ἐπὰν δὲ τελειώσωσι τὸ ἐγκεχειρισμένον
ἀγάλλονται, καὶ ἄνεσιν ἡγοῦνται τὸ πρὶν χρέος.
Ὡσαύτως κἀγὼ πέπονθα ἐν τῇ παρούσῃ βίβλῳ.
ἥνπερ ἐμπόνως ἔγραψα καθὼς ὁρᾶτε πάντες
ὁ Θεοδώρητος οἰκτρὸς ἐπίσκοπος Ἐλαίας
γόνος ὑπάρχων καὶ αὐτὸς κλεινῆς Μονεμβασίας.
Διὁ αἰτοῦμαι ἅπαντας συγγνώμην παρασχεῖν μοι
καὶ μὴ γραμμάτων δύναμιν ἢ κάλλος ζητητέον
ἀλλὰ τὸν πόθον βλέποντες εὔχεσθ᾿ ἀδιαλείπτως
ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεὀν ὅπως μὲ ἐλεήσῃ.
Ἠρανισμένον ἐκ τῶν «Λακωνικῶν Σπουδῶν τ. 7, ἐν Ἀθήναις 1983, σ. 59,
τοῦ ἀειμνήστου Γαλακτίωνος ἱερομονάχου καὶ Πρωτοσυγκέλλου Λακεδαιμονίας
τοῦ δεινοῦ Βιβλιογράφου ͵αχοβ´, σεπτεμβρίῳ δ´, καὶ ἡρμοσμένον.

«Ὡς ἱδὺ τοῖς πλέουσιν εὔδιος λιμὴν
οὕτω καὶ τοῖς γράφουσι ὁ ὕστατος στίχος»
Λέων Ταβουλάριος Μονεμβασίας
«Ὡς τοῖς πλέουσι χρῆμα ξένον·
πόρρω δὲ τοῖς βαίνουσι ἀνῆσαι τρίβον
καὶ τοῖς ξενιτεύουσιν πατρίδος θέα,
οὕτω βίβλους γράφουσιν εἰς τέρμα φθᾶσαι».
Κομίνη, Πατμιακὴ Βιβλιοθήκη, 1998, σ.82

Ὡς ἀπὸ μέρους τοῦ βιβλίου

«Θεοδωρήτου Ἐλαίας πόνος εἰμί.
οὗ γε τὸ ἔμφρον καὶ τὸ ἔμπειρον ὡς μέγα,
ὡς ἀντὶ παίδων ἐμὲ τέτοκ᾿ ἐν βίῳ.
Θαύμαζ᾿ οὖν τόνδε ὦ ἐμοῦ ἀναγνῶστα
ᾗ ἐπὶ πολλ᾿ ἐμόγτὶσεν ὁ γέρων ἐν νέοις.
τά τε κατὰ ψυχὴν αὐτῷ ὄλβα εὔχου».

Ὡς ἀπὸ μέρους αὐτοῦ ἀπαντᾶ:

«Θεοδώρητος αὐτὸς παρὰ Ἰωάννῃ μαθητεύσας
τόνδε πόθον εἰπὼν ἔτυχον μᾶλλ᾿ ἐπαινέσεως·
διὸ ταῦτα γέγραφ᾿ εἰς ἀείμνῃστον κλέος·
ἡ μὲν γὰρ τῆσδε πατρὸς χεὶρ σήψεται τάφῳ,
ἀλλ᾿ ἥδε μένει διαρκῶς εἰς ἀΐδιον δόξαν».
(Ἠρανισμένον, ἡρμοσμένον)
καὶ ὁ θεῖος Γρηγόριος τελειωσάτω τοὺς λόγους
«καθ᾿ ἃ κομψὸς ἐν λόγῳ».
Γρηγ. Θεολ., Περὶ φυγῆς.

Φιλία

«Φίλοι φιλοῦσι καὶ ἃ τοῖς φίλοις φίλα·
ἐχθροὶ δὲ φαυλίζουσιν αἰσχρῶς τοὺς φίλους.
Πτωχοὺς φίλους λάθουσι πλουσίῳ θύραι
αὐλαὶ δὲ λαμπραί, πλουσίως ἀεὶ φίλαι».
«Οὐκ ἔστιν οὐδὲν κτῆμα βέλτιον φίλου·
πονηρὸν ἄνδρα μηδὲ κτήσει φίλον».
(Ἔπη θεολ. Ποιημ. ΛΒ´, Ρ.σ, 37, 918, 923), ἔ.ἀ, σ, 85 Ι .
«Πιστὸν φίλον νόμιζε μηδὲν ἄξιον,
ὃν οὐ κραττὶρ ἔδειξε, καιροῦ δὲ ζάλη·
ὃς οὐ χαρίζεται ἢ μόνον τὸ συμφέρον.
Ἔχθρας ὅρους γίνωσκε, φιλίας δὲ μή».
(Ἔπη Θεολ, Ποίημ, ΛΓ ' Ρ,σ. 37, 941), ἔ.ἀ., σ- 85 Ι.
«εἴ τις ἐρωτήσειέ με τί τῶν ἐν τῷ βίῳ κάλλιστον
εἴποιμι ἂν ὅτι φίλοι»
(Τοῦ ἰδίου, ἔ,ἀ.).

«Ἐὰν ψευσθῶμεν τῆς ἐλπίδος, καὶ οἱ πόνοι ἡμῶν μάταιοι ὅλως καὶ ἀσυντελεῖς τῇ εὐστόχῳ ἐπιτυχίᾳ τοῦ προκειμένου σκοποῦ εὑρεθῶσιν, οἱ μὲν ἀναγινώσκοντες ἀπιδέτωσαν κἂν μετὰ συγγνώμης εἰς τὴν προθυμίαν ἡμῶν· οἱ δὲ περὶ τοιαύτης μαθήσεως δεινοὶ ἀποδυέτωσαν εἰς τὸ στάδιον θαῤῥαλεώτεροι ἀθληταί». «Ἐγὼ δέ, φησὶν ὁ ἱερὸς Θεοδώρητος, τῆς τε τῶν νοσούντων ἕνεκα θεραπείας, καὶ τῆς τῶν ὑγιαινόντων προθυμούμενος ὠφελείας, τοῦτον ἀνεδεξάμην τὸν πόνον· τοὺς δὲ τοῖς ἀλλοτρίοις ἐντυγχάνοντες πόνοις παρακαλῶ, εἰ μὲν ἅπαντα εὖ ἔχοι τὰ γεγραμμένα τῶν τούτων ἀναμνῆσαι δοτῆρα, καὶ τοῖς πεπονήκοσι προσευχὰς ἀποδοῦναι· εἰ δέ τινα ἐλλείπει, μὴ πάντων ὁμοῦ τούτων ἕνεκα καταγνῶναι, ἀλλ᾿ ἐκ τῶν εἰρημένων τὸ κέρδος κομίσασθαι. Τῇ μὲν ἐμαυτοῦ δυνάμει τόδε ἔργον σταθμησάμενος ὠῤῥώδησα τὴν ἐγχείρησιν· θαῤῥήσας δὲ τῷ φιλοτίμῳ δοτῆρι τῶν ἀγαθῶν, μείζοσιν ἢ κατ᾿ ἐμαυτὸν ἐνεχείρησα».*
Θεοδωρήτου, Τόμ. ΠΓ´, 788, ΠΒ´, 881.
Κλείς, Δωρ. Σχολαρίου, Προλεγόμενα, σελ. Κς´.
* Ὅσον δὲ περὶ τοῦ πῶς αἱ γραμμαὶ αὗται σὺν ταῖς λοιπαῖς τῆς ἡμετέρας εὐτελείας ἐχαράχθησαν ἔχομεν οὕτως συντιθέμενοι μετὰ τῶν ἐν Παχυμέρῃ ἱκετῶν, δεχθεὶς τὴν χάριν καθαρεύουσαν τοῦ σιμωνιακοῦ ἐγκλήματος ὡς ἐκ Θεοῦ ἀδοτίμε καὶ ἀμισθί»1.«Νῦν δ᾿ ἐκ μεσονυκτίου ἐς μέσην ἡμέραν ἱστάμεθα... Οὐ γὰρ καὶ ἡμεῖς ἄλλους τοὺς οἰκονόμους ἔχομεν... τραπέζαις ἑτοίμοις ἐφιστάμεθα, ἀλλὰ τυχὸν ἐκ διαλειμμάτων κατὰ τὸ εἰκὸς φροντίσομιεν. Καλὸν τάξις, καλὸν προσευχὴ καλὸν εὐλάβεια, καλὸν τῶν ἀγαθῶν ἕκαστον. Ἀλλὰ τί ταῦτα τοῖς κυμαγωγουμένοις ἡμῖν διὰ τὴν ψῦξιν τῆς ἀγάπης, ὡς ὁ Κύριος ἔφησεν;... ἡ δὲ ἡμῖν παρεχομένη περίθαλψις ὡς προϋπηργμένων πόνων τε καὶ καμάτων πολυχρονίων ἀντέκτισις. Πάντως δέ γε καὶ τὸ ἀπόλεμον γῆρας ἐν τοῖς τιμίοις διὰ τὸν φθάσαντα».
(Πρβλ. Γ. Παχυμέρους, ἐν Ε.Π.Μ., τ.144,6, σ.710, 712).
1. «Ἐπισκοπικὴ Ὁμολογία ἀσφαλείας» τῶν ἀρχιερέων τοῦ Οἰκουμενικοῦ θρόνου)

Πηγή κειμένου: users.uoa.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου